Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.172 Joseph. BJ 4.179 (English) >>Joseph. BJ 4.185

4.176ἀλλʼ ἐκεῖνοί γε πολλοὺς καὶ μεγάλους ὑπὲρ τῆς αὐτονομίας πολέμους διήνεγκαν καὶ οὔτε τῆς Αἰγυπτίων οὔτε τῆς Μήδων δυναστείας ἡττήθησαν ὑπὲρ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον. 4.177καὶ τί δεῖ τὰ τῶν προγόνων λέγειν; ἀλλʼ νῦν πρὸς Ῥωμαίους πόλεμος, ἐῶ διελέγχειν πότερον λυσιτελὴς ὢν καὶ σύμφορος τοὐναντίον, τίνα δʼ οὖν ἔχει πρόφασιν; 4.178οὐ τὴν ἐλευθερίαν; εἶτα τοὺς τῆς οἰκουμένης δεσπότας μὴ φέροντες τῶν ὁμοφύλων τυράννων ἀνεξόμεθα; 4.179καίτοι τὸ μὲν τοῖς ἔξωθεν ὑπακούειν ἀνενέγκαι τις ἂν εἰς τὴν ἅπαξ ἡττήσασαν τύχην, τὸ δὲ

-- --

τοῖς οἰκείοις εἴκειν πονηροῖς ἀγεννῶν ἐστι καὶ προαιρουμένων. 4.180ἐπειδὴ δὲ ἅπαξ ἐμνήσθην Ῥωμαίων, οὐκ ἀποκρύψομαι πρὸς ὑμᾶς εἰπεῖν μεταξὺ τῶν λόγων ἐμπεσὸν ἐπέστρεψε τὴν διάνοιαν, ὅτι κἂν ἁλῶμεν ὑπʼ ἐκείνοις, ἀπείη δὲ πεῖρα τοῦ λόγου, χαλεπώτερον οὐδὲν παθεῖν ἔχομεν ὧν ἡμᾶς διατεθείκασιν οὗτοι. 4.181πῶς δὲ οὐ δακρύων ἄξιον ἐκείνων μὲν ἐν τῷ ἱερῷ καὶ ἀναθήματα βλέπειν, τῶν δὲ ὁμοφύλων τὰ σκῦλα σεσυληκότων καὶ ἀνελόντων τὴν τῆς μητροπόλεως εὐγένειαν, καὶ πεφονευμένους ἄνδρας ὧν ἀπέσχοντο ἂν κἀκεῖνοι κρατήσαντες; 4.182καὶ Ῥωμαίους μὲν μηδέποτε ὑπερβῆναι τὸν ὅρον τῶν βεβήλων μηδὲ παραβῆναί τι τῶν ἱερῶν ἐθῶν, πεφρικέναι δὲ πόρρωθεν ὁρῶντας τοὺς τῶν ἁγίων περιβόλους,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.172 Joseph. BJ 4.179 (English) >>Joseph. BJ 4.185

Powered by PhiloLogic